Κυριακή 2 Απριλίου 2017

'Αναβαθμοί...





 Ψαλμός 131ος 

1. Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, 
2. ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ ᾿Ιακώβ· 
3. εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, 
εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, 
4. εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου 
νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, 
5. ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ. 
6. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, 
εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· 
7. εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, 
προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. 
8. ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, 
σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· 
9. οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, 
καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 
10. ἕνεκεν Δαυΐδ τοῦ δούλου σου 
μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. 
11. ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· 
ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· 
12. ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου 
καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, 
καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. 
13. ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, 
ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· 
14. αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, 
ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· 
15. τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, 
τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, 
16. τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, 
καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. 
17. ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, 
ἡτοίμασα λύχνον τῷ χριστῷ μου· 
18. τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, 
ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.


Μεταγραφή

Θυμήσου Θέ μου, τοῦ Δαυίδ, τήν τιμιότητά του.
2. Πού ἤταξε κι εὐχήθηκε στόν Θιό τοῦ Ἰακώβου·
3. Ποτέ μου δέν θά ξαναμπῶ  σέ κάμαρα σπιτιοῦ μου,
μήτε ξανά θά κοιμηθῶ σέ στρῶμα κρεβατιοῦ μου.
4. Δέν θά σφαλίξω βλέφαρα, τά μάτια δέν θά κλείσω,
κι ἄν θά νυστάξω δέν θά πῶ στό πλάϊ νά γυρίσω,
5. Μέχρι νά βρῶ τόπο στόν Θιό, τοῦ Ἰάκωβου, νά κτίσει.
6. Στοῦ Ἐφραθᾶ ἀκούσαμε πώς εἶχε τήν μονή του,
στά πεδινά τή βρίχναμε σέ λόγγους, τή σκηνή του.
7. Μές στόν ναό του, στήν Σιών, σάν ἔρθωμε θά μποῦμε,
τόν τόπο ἁπού πάτησε νά τόνε προσκυνοῦμε.
8. Σήκω καί κτίσε τόν ναό σά θές νά ἡσυχάσεις,
ἐσύ, κι ἡ ἅγια κιβωτός, ἐκεῖ νά ξαποστάσεις.
9. Δικαιοσύνη θά ντυθοῦν στολή οἱ ἱερεῖς σου,
θά εὐφρανθοῦνε στόν ναό μαζί κι οἱ ὅσιοι σου.
10. Γιά τόν Δαβίδ, τόν δοῦλο σου, κι ἐμέ νά βοηθήσεις,
τόν βασιλιά πού διάλεξες νά μήν καταφρονήσεις.
11. Δέν θ' ἀθετήσει στόν Δαβίδ ὁ Κύριος τόν ὄρκο·
Σπορά δική σου βασιλεῖς θά βάζω στό θρονί σου·
12. Ἅμα τήν διαθήκη μου τήν σέβουνται οἱ γιοί σου
καί τοῦτα τά μαρτύρια πού ἐγώ θά τούς διδάξω,
στόν θρόνο σου αἰώνια τούς γιούς τους θέ νά κάτσω.
13. Γιατί ὡς πόλη τήν Σιών ἐδιάλεξε νά ζήσει,
σ' αὐτήν προτίμησε ὁ Θιός νά ΄πᾶ νά κατοικίσει·
14. Αἰώνια ἐδῶ θά κατοικῶ, ἐδῶ θά ξαποστάζω,
κι ἔχω διαλέξει ἐδῶ νά ζῶ καί νά καταλαγιάζω·
15. Θά τῆς βλοήσω τ' ἀγαθά, πιθάρια θά γεμίσω,
θά τῆς χορτάσω τούς φτωχούς καί θά τούς τῆς πλουτίσω.
16. Τούς ἱερεῖς της θά ΄βλογῶ καί θά τούς προφυλάσσω,
καί τούς ὁσίους τῆς Σιών κι αὐτούς θά τσ' ἁγιάσω.
17. Ἐκεῖ τή δόξα τοῦ Δαβίδ θά κάμω νά βλαστήζει,
στόν ἐκλεκτό μου ἑτοίμασα λύχνο νά τόν φωτίζει·
18. Πληγές θά πέψω ἀγιάτρευτες τσ' ἐχθρούς του νά ντροπιάσω,
καί μ' ἀρετές σάν λούλουδα τό στέμμα του θ' ἁγιάσω.






Σάββατο 1 Απριλίου 2017

Ἀναβαθμοί.....




Ψαλμός 130ος

1. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, 
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, 
οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. 
2. εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου 
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, 
ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. 
3. ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Μεταγραφή

Κύριε, δέν ὑψώθηκε ποτέ της ἡ καρδιά μου,
μηδ' ἄλλους ὑπερήφανα ἐκύταξε ἡ ματιά μου,
οὔτε μεγαλοπιάστηκα μηδέ τρανά ζητοῦσα.
2. Ἅμα δέν ἤμουν ταπεινός καί ὑψηλοφρονοῦσα,
καί δέν ἐθύμιζα μικιοῦ πού θέλει νά βυζάξει,
ν' ἀνταποδόσεις τῆς ψυχῆς καί νά τήνε κολάσεις.
3. Ἤλπιζε Ἰσραήλ στόν Κύριο, καί τώρα μά κι αἰώνια.




Τετάρτη 29 Μαρτίου 2017

Αναβαθμοί...




Ψαλμός 129ος

1. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· 
2. Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· 
γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 
3. ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; 
4. ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 
5. ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, 
Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 
6. ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· 
ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον. 
7. ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, 
8. καὶ αὐτὸς λυτρώσεται τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μεταγραφή 

πό τά βάθη τῆς  καρδιᾶς, Κύριε, σοῦ φωνάζω·
2. Κύριε, εὐσπλαχνίσου με σά φτάξει ἡ φωνή μου·
ἄσε τ' αὐτιά σου ἀνοιχτά κι ἄκου τή δέησή μου.
3. Σάν ἐξετάσεις κρίματα ποιός θά σταθεῖ ὀμπρός σου ;
4. Ἐσύ ΄σαι ὅμως εὔσπλαχνος κι ὁ κάθε λογισμός σου.
5. Κι ἀφοῦ ΄σαι ἔτσι σπλαχνικός βοήθεια προσμένω,
αὐτά πού μοῦ ΄ταξες ποθῶ, Κύριε, κι ἀνιμένω.
6. Μέρα καί νύχτα τήν ζωή ὁ Θιός μοῦ τήν ὁρίζει·
ὁ Ἰσραήλ στόν Κύριο παντοτινά ἐλπίζει.
7. Γιατί ΄ναι πολυέλεος γι' αὐτό θά μέ λυτρώσει,
8. Ἀπ' ὅλες τσ' ἀνομίες του τόν Ἰσραήλ θά σώσει.



Δευτέρα 27 Μαρτίου 2017

Ἀναβαθμοί...




Ψαλμός 128ος

 1. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ ᾿Ισραήλ· 
2. πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, 
καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 
3. ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, 
ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. 
4. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. 
5. αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν 
εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. 
6. γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, 
ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 
7. οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων 
καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, 
8. καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ᾿ ὑμᾶς, 
εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

Μεταγραφή

1Ἀπό μικιό μέ πίκραναν, πές το Ἰσραήλ, μυριάκις·
2. Ἐχθροί ἀπό τά νειάτα μου συχνά μέ πολεμῆσαν,
μά τρίχα δέν μοῦ πείραξαν μήτε καί μέ νικῆσαν.
3. Στήν πλάτη μέ ραβδίζανε, κρυφά, καί μέ κτυποῦσαν,
πολύ καιρό  οἱ ἄνομοι τούς κόπους μου τρυγοῦσαν.
4. Ὅμως Θιός, ὁ δίκαιος, τούς τσάκισε τά πόδια.
5. Ἄς ντροπιαστοῦνε οἱ ἐχθροί, πίσω ἄς ἐπιστρέψουν
ὅσοι μισοῦνε τήν Σιών ἤ ποῦν νά τήν κουρσέψουν.
6. Σάν χορταράκι ἄς γενοῦν στό δῶμα πού φυτρώνει,
πού δέν καρπίζει, μήτ' ἀνθεῖ, μήτε ποτέ μεστώνει·
7. Πού δέν ἐγέμισε ποτές χούφτα τοῦ θεριστή του,
μήτε τοῦ δέτη τήν ποδιά καρπό γιά παιδωμή του.
8. Μήτ΄ ὁδοιπόρος εἶπε ΄νε· ὁ Θιός νά σᾶς βλοήσει,
ἐμεῖς σᾶς εὐλογήσαμε κι ὁ Θιός νά σᾶς τ' αὐξήσει.



Ἀναβαθμοί...



Ψαλμός 127ος

1. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, 
οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 
2. τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. 
3. ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· 
οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 
4. ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
 5. εὐλογήσαι σε Κύριος ἐκ Σιών, 
καὶ ἴδοις τὰ ἀγαθὰ ῾Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 
6. καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.

 Μεταγραφή

Καλότυχοί 'ναι, τόν Θεό, ὅσοι τόνε τιμοῦνε
πού προπατοῦν στόν δρόμο του καί τόν δοξολογοῦνε.
2. Καρπούς τῶν κόπων σου θᾶς φᾶς· εὐτυχισμένος θά ΄σαι.
3. Τοῦ φορτωμένου ἀμπελιοῦ θά μοιάζει ἡ κερά σου·
οἱ γιοί σου ὡς νιόφυτες ἐλιές γύρω στή τράπεζά σου.
4. Δές πώς θά βλοηθεῖ θνητός τόν Θιό ἁπού φοβᾶται.
5.  Ἀπ' τήν Σιών ὁ Κύριος, τήν ἅγια, ἄς σέ βλοήσει,
τά άγαθά τσ' Ἐρουσαλήμ θά τά χαρεῖς στήν ζήση·
6. Νά δεῖς ἐγγόνια ἀπό τούς γιούς· στόν Ἰσραήλ εἰρήνη.



Τρίτη 21 Μαρτίου 2017

Ἀναβαθμοί...








Ψαλμός 126ος

1. Ἐάν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, 
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· 
ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, 
εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 
2. εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, 
οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. 
3. ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 
4. ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 
5. μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· 
οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Μεταγραφή

Μάστορες κι ἄν ΄νέ κτίσουνε σπίτι καί τό στεγιάσουν,
ἄν τό στέσει ὁ Κύριος ἄδικα θά κοπιάσουν·
Ἄν δέν φυλάξει ὁ Κύριος ἀπό τσ' ἐχθρούς τήν πόλη,
μάταια ξαγρυπνᾶ φρουρός μά κι οἱ ρηγάδες ὅλοι.
2. Ἄδικα σκώνεσθε νωρίς κι ὁ κῶλος δέν καθίζει,
κόπους θά τρῶτε σάν ὁ Θιός τσ΄ ἀγαπητούς κοιμίζει.
3. Δῶρο Θεοῦ ἄς δεῖς τούς γιούς, μισθό, καρπό μιᾶς γέννας
4. Ὡς τόξο δυνατό 'ναι οἱ γιοί τῶν παραπεταμένων.
5. Ὅποιος θά κάμει τέτοιους γιούς θά εἶναι ὁ ΄φτυχισμένος·
στίς πύλες σάν μιλεῖ μ' ἐχθρούς δέν θά ΄ναι ντροπιασμένος.




Κυριακή 19 Μαρτίου 2017

Ἀναβαθμοί.....



Ψαλμός 125ος

1.Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν 
ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. 
2. τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. 
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν. 
3. ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, 
ἐγενήθημεν εὐφραινόμενοι. 
4. ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν 
ὡς χειμάρρους ἐν τῷ νότῳ. 
5. οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. 
6. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· 
ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Μεταγραφή

Θιός σάν μᾶς ἐπέστρεψε κι ἤρθαμε στήν πατρίδα,
εἰς τήν Σιών παρηγοριά ἐβρίχναμε κι ἐλπίδα.
2. Κι ἀγάλλιασε τό στόμα μας κι ἡ γλώσσα ἀπό τούς ὕμνους·
τότες τά ἔθνη θέ νά ποῦν· τρανά ΄καμε γιά ΄κείνους.
3. Γιά χάρη μας ὁ Κύριος τρανά ΄χει ξετελέψει,
μά κι ἡ χαρά πού νοιώθωμε ποτέ δέν θά τελέψει.
4. Ἐπίστρεψε τ' ἀδέρφια μας πού ζοῦνε  ξορισμένοι,
σάν τούς χειμάρρους τοῦ νοτιά ἡ γῆ μας τσ' ἀνιμένει.
5. Μέ δάκρυα ὅσοι σπέρνουνε χαρούμενοι θερίζουν.
6. Πηγαίνανε στήν ξενητειά καί σπέρνανε μέ δάκρυ·
ἐγύρισαν κι ἀγάλλιασαν σκώνονας τό δεμάτι.



Σάββατο 18 Μαρτίου 2017

Ἀναβαθμοί...



Ψαλμός 124ος

1. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών· 
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν ῾Ιερουσαλήμ. 
2. ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 
3. ὅτι οὐκ ἀφήσει Κύριος τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, 
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. 
4. ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· 
5. τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς 
ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν 
εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.

  Μεταγραφή

Στ' ὅρος Σιών θά μοιάσουνε ὅσοι στόν Θιό ἐλπίζουν·
θά δοξασθοῦν στήν πόλη του ὅσοι θά κατοικίζουν.
2. Ὄρη τηνέ κυκλώνουνε ὅπως ὁ Θιός κυκλώνει
αὐτόν πού διάλεξε λαό κι αἰώνια τόνε σώνει.
3. Γιατί δέ ΄φήνει ὁ Κύριος ἁμαρτωλούς νά ΄ρίζουν
κληρονομιά τῶν δίκαιων  καί νά τήνε σκορπίζουν,
μπάς μέ τσ' ἀνόμους σμίξουνε καί φίλοι τους γενοῦνε.
4. Τά ἀγαθά σου, Κύριε, πιστοί σου νά χαροῦνε.
5. Ἄς τούς κολάσει ὁ Κύριος ὅλους πού ξεστρατοῦνε,
μαζί μέ τσ' ἄνομους ἄς μποῦν σά πᾶν΄ νά δικαστοῦνε.
Στόν  Ἰσραήλ, πού διάλεξες, εἰρήνη ἄς τοῦ δώσεις.




Τρίτη 14 Μαρτίου 2017

Ἀναβαθμοί...






Ψαλμός 123ος 

1.  Εἰ μή  ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ ᾿Ισραήλ· 
2.  εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν 
ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, 
3. ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς 
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡμᾶς· 
4. ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, 
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· 
5. ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. 
6. εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς 
εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. 
7. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· 
ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. 
8. ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου 
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆ

Μεταγραφή

Πές το Ἰσραήλ ἄν ὁ Θεός δέν ἤτανε μαζί μας·
2. Ἄν  ὁ Θεός, ὁ Κύριος, δέν ἦταν στό πλευρό μας,
τότες πού ξεσηκώθηκαν σάν ἤφταξε ὁ λαός μας,
3. σίγουρα ὁλοζώντανους ὡς τ' ἄγρια θηρία
μ' ὀργή θά μάσε ξέσκιζαν ἀντίς γιά τιμωρία·
4. Ὡς τά χυνάμενα νερά θά ΄ρχόταν νά μᾶς πνίξουν,
ὡς τούς χειμάρρους μέ βουή νά μᾶς καταποντίσουν·
5. Στ' ἀλήθεια ἐπεράσαμε θάλασσες δίχως πάτο.
6. Εὐλογητός ὁ Κύριος, πού δέν μάσε ἔχει δώσει
κυνήγι στά ἄγρια θεριά μόνο μᾶς ἔχει σώσει.
7. Ὡς τό πουλί ξεφύγαμε ἀπ' τῶν ἐχθρῶν τά βρόχια·
μπέρδεψαν καί σωθήκαμε γι' αὐτό τοῦ λέμε βλόγια.
8. Μέ τοῦ Θεοῦ τή συντρομή ποτέ δέν θά χαθοῦμε,
γιατί ΄πλασε  τόν οὐρανό μά καί τή γῆ πού ζοῦμε.