Πέμπτη 4 Μαρ. 10, ἁγ. Γερασίμου Ἰορδανίτου. Ὅλα που συμβαίνουν στην πατρίδα μου με λυποῦν και μου κόβουνε τα πόδια. Δεν έντέχω ἐτοῦτονε τον ξεπεσμό, και πονεῖ ἡ ψυχή μου, ὄχι ἔπειδή εἴμασταν κάποτε βασιλιάδες, μα γιατι θαρρεῖς κι ἔχει χυθεῖ ἄδικα το αἷμα τόσων πατριωτῶν και ἁγίων στα χρόνια που πέρασανε. Στην σκέψη μου τα κείμενα των πατέρων μας για την ὕβρι και την ἁμαρτία που θαρρεῖς κι εἶναι γραμμένα για μας, τους τυφλούς και τους ἔσχατους. Σαρακοστή, ἀναγνώσματα του Ἠσαία στον ἐσπερινό. Μοιάζουνε να γραφτήκανε για την χώρα μου, για το ἴδιο το σπίτι μου, κι ἦρθε ἡ ὦρα τῆς κρίσεως.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. Α', 19-31) Τάδε λέγει Κύριος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου σμίγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοὺς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες.
(Κεφ. Γ', 1-14)Ἰδού, ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστήν, καὶ δικαστήν, καὶ προφήτην, καὶ στοχαστήν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ, προσκόψει τὸ παιδάριον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδε ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν, μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦσι, διότι ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων ἀνήγγειλαν, καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, τοίνυν, τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται, οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς γὰρ Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου