Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη·
τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε·
καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται,
μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα.
Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες·
Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον·
Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι;
ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι!
Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει.
Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι;
ἀντὶ τιμῆς αἰσχύνην, ἀντ' εὐφροσύνης, τὴν λύπην,
ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες.
Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων·
ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ,
ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον·
καὶ τὶ τὸ ὁρώμενον;
Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.
(ἀπό τήν ἀκολουθία τῶν ὡρῶν, παραμονή Χριστουγέννων)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου