M. Bασιλάκης 2008 |
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ,
χαῖρε Κόρη καθέδρα βασιλική,
κλίνη πορφυρόστρωτε,
χρυσοπόρφυρε θάλαμε,
χλαμὺς ἁλουργόχροε,
τιμαλφέστατον
τέμενος,
ἀστραπηφόρον ἅρμα,
λυχνία πολύφωτε,
χαῖρε Θεοτόκε,
δωδεκάτειχε πόλις,
καὶ πύλη χρυσήλατε,
καὶ παστὰς ἀγλαόμορφε,
ἀγλαόχρυσε τράπεζα,
Θεοκόσμητον
σκήνωμα,
χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε,
χαῖρε μόνη ψυχῆς μου διάσωσμα.θεοτοκίον γ' ὠδής 25 Αὐγούστου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου