Κυριακή, 2 Απριλίου 2017

'Αναβαθμοί...





 Ψαλμός 131ος 

1. Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, 
2. ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ ᾿Ιακώβ· 
3. εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, 
εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, 
4. εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου 
νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, 
5. ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ. 
6. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, 
εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· 
7. εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, 
προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. 
8. ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, 
σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· 
9. οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, 
καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. 
10. ἕνεκεν Δαυΐδ τοῦ δούλου σου 
μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. 
11. ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· 
ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· 
12. ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου 
καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, 
καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. 
13. ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, 
ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· 
14. αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, 
ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· 
15. τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, 
τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, 
16. τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, 
καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. 
17. ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, 
ἡτοίμασα λύχνον τῷ χριστῷ μου· 
18. τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, 
ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.


Μεταγραφή

Θυμήσου Θέ μου, τοῦ Δαυίδ, τήν τιμιότητά του.
2. Πού ἤταξε κι εὐχήθηκε στόν Θιό τοῦ Ἰακώβου·
3. Ποτέ μου δέν θά ξαναμπῶ  σέ κάμαρα σπιτιοῦ μου,
μήτε ξανά θά κοιμηθῶ σέ στρῶμα κρεβατιοῦ μου.
4. Δέν θά σφαλίξω βλέφαρα, τά μάτια δέν θά κλείσω,
κι ἄν θά νυστάξω δέν θά πῶ στό πλάϊ νά γυρίσω,
5. Μέχρι νά βρῶ τόπο στόν Θιό, τοῦ Ἰάκωβου, νά κτίσει.
6. Στοῦ Ἐφραθᾶ ἀκούσαμε πώς εἶχε τήν μονή του,
στά πεδινά τή βρίχναμε σέ λόγγους, τή σκηνή του.
7. Μές στόν ναό του, στήν Σιών, σάν ἔρθωμε θά μποῦμε,
τόν τόπο ἁπού πάτησε νά τόνε προσκυνοῦμε.
8. Σήκω καί κτίσε τόν ναό σά θές νά ἡσυχάσεις,
ἐσύ, κι ἡ ἅγια κιβωτός, ἐκεῖ νά ξαποστάσεις.
9. Δικαιοσύνη θά ντυθοῦν στολή οἱ ἱερεῖς σου,
θά εὐφρανθοῦνε στόν ναό μαζί κι οἱ ὅσιοι σου.
10. Γιά τόν Δαβίδ, τόν δοῦλο σου, κι ἐμέ νά βοηθήσεις,
τόν βασιλιά πού διάλεξες νά μήν καταφρονήσεις.
11. Δέν θ' ἀθετήσει στόν Δαβίδ ὁ Κύριος τόν ὄρκο·
Σπορά δική σου βασιλεῖς θά βάζω στό θρονί σου·
12. Ἅμα τήν διαθήκη μου τήν σέβουνται οἱ γιοί σου
καί τοῦτα τά μαρτύρια πού ἐγώ θά τούς διδάξω,
στόν θρόνο σου αἰώνια τούς γιούς τους θέ νά κάτσω.
13. Γιατί ὡς πόλη τήν Σιών ἐδιάλεξε νά ζήσει,
σ' αὐτήν προτίμησε ὁ Θιός νά ΄πᾶ νά κατοικίσει·
14. Αἰώνια ἐδῶ θά κατοικῶ, ἐδῶ θά ξαποστάζω,
κι ἔχω διαλέξει ἐδῶ νά ζῶ καί νά καταλαγιάζω·
15. Θά τῆς βλοήσω τ' ἀγαθά, πιθάρια θά γεμίσω,
θά τῆς χορτάσω τούς φτωχούς καί θά τούς τῆς πλουτίσω.
16. Τούς ἱερεῖς της θά ΄βλογῶ καί θά τούς προφυλάσσω,
καί τούς ὁσίους τῆς Σιών κι αὐτούς θά τσ' ἁγιάσω.
17. Ἐκεῖ τή δόξα τοῦ Δαβίδ θά κάμω νά βλαστήζει,
στόν ἐκλεκτό μου ἑτοίμασα λύχνο νά τόν φωτίζει·
18. Πληγές θά πέψω ἀγιάτρευτες τσ' ἐχθρούς του νά ντροπιάσω,
καί μ' ἀρετές σάν λούλουδα τό στέμμα του θ' ἁγιάσω.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου