Δευτέρα 12 Μαρτίου 2018

Ψαλμοί Μεγάλου Ἀποδείπνου...





Ψαλμός 24ος

Πρός σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου. 
2. ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, 
μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου. 
3. καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· 
αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. 
4. τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, 
καὶ τὰς τρίβους σου δίδαξόν με. 
5. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, 
ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, 
καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 
6. μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, 
καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. 
7. ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· 
κατὰ τὸ ἔλεός σου μνήσθητί μου, 
σύ, ἕνεκεν χρηστότητός σου, Κύριε. 
8. χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· 
διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 
9. ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. 
10. πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια 
τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 
11. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, 
καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι. 
12. τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; 
νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 
13. ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, 
καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 
14. κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, 
καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. 
15. οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, 
ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 
16 ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, 
ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 
17. αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· 
ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. 
18. ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου 
καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. 
19. ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν 
καὶ μῖσος ἄδικον ἐμίσησάν με. 
20. φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· 
μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 
21. ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, 
ὅτι ὑπέμεινά σε, Κύριε. 
22. λύτρωσαι, ὁ Θεός, τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

Μεταγραφή

Σ’ ἐσένα ὑψώνω τήν ψυχή, Κύριε, τόν Θεό μου.
2. Ἐσένα ἔχω μπιστικό· ἄς μή ντραπῶ στή ζήση,
μή δῶ τσ' ἐχθρούς μου νά γελοῦν ὡς ἔχω καταντήσει.
3. Μά κι ὅσοι σ' ἀνιμένουνε ἄς μήν ταπεινωθοῦνε·
ὅσοι ἀνομοῦνε ἄδικα τοῦτοι νά ντροπιαστοῦνε.
4. Ὅλα σου τά προστάγματα νά μάθω ἄφησέ με,
στούς δρόμους σου νά προπατῶ πάντοτε δίδαξέ με
5. Μ΄ ἀλήθειες σου καί νόμους σου νά μέ καθοδηγήσεις,
Θεός, σωτήρας μου ἄν θές, πώς εἶσαι νά μοῦ δείξεις,
ὁλημερίς ἐπρόσμενα νά ΄ρθεῖς νά μ' ἐλεήσεις. 
6. Πώς συγχωρᾶς νά θυμηθεῖς ἔστω κι ἄν ἀνομοῦμε,
Κύριε, τά ἐλέη σου σου ποτέ τους δέν ξοφλιοῦνται
7. Μή θυμηθεῖς τῆς νιότης μου καί τσ' ἄγνοιας τσ΄ ἁμαρτίες·
ὡς μέ σκεφτεῖς στοχάσου το πώς εἶσαι ἐλεήμων,
πώς εἶσαι πολυεύσπλαχνος καί περισσά οἰκτίρμων.
8. Δίκαιος εἶναι ὁ Κύριος, κι εὐθεία του ἡ κρίση·
γιά τοῦτο τσ΄ ἁμαρτάνοντες θά τούς καθοδηγήσει.
9. Σωστά τούς πράους ὁδηγεῖ τούς νόμους του νά μάθουν.
10. Σπλάχνος κι ἀλήθεια βρίσκεται στό κάθε πρόσταγμά του,
ἄν τοῦ τηροῦν τίς ἐντολές καί τά μαρτύριά του.
11. Εὔσπλαχνος εἶσαι Κύριε, καί ἐλεεῖς τόν κόσμο,
΄σύ τά πολλά μου κρίματα θά μοῦ τά σβήσεις μόνο.
12. Ποιός τόν Θεό σωστά τιμᾶ, στόν νοῦ του ποιός τόν ἔχει ;
σ' αὐτόν θά δείξει τό στρατί πού πρέπει νά διαλέξει.
13. Πλοῦσα θά ζήσει βιοτή καί θά καλοκαρδίσει,
μά καί τή γῆ στή φύτρα του θά τήν κληρονομήσει.
14. Στήριγμα εἶναι ὁ Κύριος σ' ὅσους τόνε ψηφοῦνε,
τό δήλωσε καί τό ΄γραψε γιά νά τό διδαχθοῦνε.
15. Τά μάτια μου παντοτινά στόν Κύριο κυτοῦνε,
γιατί τραβᾶ τά πόδια μου σέ βρόχια ὡς πιαστοῦνε.
16. Ἔχε 'με ἀμέντε, Κύριε, κι ἔλα νά μ΄ ἐλεήσεις,
ἐγώ ΄μαι κανακάρικος καί μή μέ παραιτήσεις.
17. Οἱ πίκρες μου ἐπλήθυναν κι ἐγώ στενοχωριοῦμαι·
διῶξε τις, μή μέ πνίξουνε καί στήν καρδιά μου μποῦνε.
18. Τά βάσανα μου κύταξε, τούς πόνους καί τίς θλίψεις,
πώς δά τό κάμεις ξάνοιξε νά μοῦ τίς συγχωρήσεις.
19. Καί τούς ἐχθρούς μου ξάνοιξε πού πλήθυναν κι ἐκεῖνοι,
καί μέ μισοῦνε ἄδικα δίχως ντροπή κι αἰσχύνη.
20. Γι' αὐτό κι ἐσύ μέ φύλαξε κι ἔλα νά μέ γλυτώσεις·
νά μή ντραπῶ πού ἤλπιζα πάντα πώς θά μέ σώσεις.
21. Οἱ εὐσεβεῖς κι οἱ τίμιοι πίσω μου μ' ἀκλουθοῦσαν,
γιατί, στό πώς μέ λύτρωνες, Κύριε, προσδοκοῦσαν.
22. Λύτρωσε, Θιέ, τόν Ἰσραήλ ἀπ' ὅλες του τίς θλίψεις.









Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου