Ψαλμος 142 ος
ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,
ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου,
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
(διάψαλμα).
7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου·
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ,
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα·
γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
ὅτι πρὸς σὲ κατέφυγον.
10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου·
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με,
ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου
καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου,
ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Κύριε, καλοδέξου την σά θές τήν προσευχή
μου,
ν' ἀποκριθεῖς
ὡς μπιστικός σέ κάθε δέησή μου,
ἀπάντησή σου
καρτερῶ δίκαιος καθώς εἶσαι.
2. Μή μπεῖς σέ
κρίση μετά 'μέ, δικός σου δοῦλος εἶμαι,
γιατί σά
κρίνεις ζωντανούς ὅλοι τους φταῖχτες εἶναι.
3. Γιατί μέ 'πόδιωξε
ὁ ἐχθρός καί μ' ἔχει ταπεινώσει,
κι ὡς τούς
νεκρούς στά τάρταρα θέλει νά μέ 'ποδώσει.
4. Θλίβομαι καί
λιγοψυχῶ καί δέν τά καταφέρνω,
καί
συνταράζεται ἡ καρδιά κι ἀπό τό ρίγος τρέμω.
5. Ἀνιστοροῦμαι
τά παλιά σά σοῦ θωρῶ τά ἔργα,
τά χέρια σου ἐμελέτουνα
πῶς τά ΄χουν καμωμένα.
6. Ὑψώνω σου τά
χέρια μου σέ κάθε δέησή μου,
ὅπως ἡ γῆς ἡ ἄνυδρη
σ' ἀναζητᾶ ἡ ψυχή μου.
Διάψαλμα
7. Ὁγλήγορα ἀποκρίσου
μου, χάνεται ἡ πνοή μου·
τά μάτια τοῦ
προσώπου σου ἀλλοῦ νά μή κοιτοῦνε,
γιατί θά
μοιάσω μέ νεκρούς σέ λάκκο πού πετοῦνε.
8. Ἐλέησέ με ἀπ΄
τό πρωί γιατί σ' ἐσένα ἐλπίζω·
Φανέρωσέ μου τό
στρατί πού πρέπει νά βαδίζω,
γιατί ἐσύ
'σαι μπιστικός κι ὁπίσω σου προστρέχω·
9. Ἀπό τσ' ἐχθρούς
μου σῶσε με, ἄλλον Θεό δέν ἔχω.
10. Τό θέλημά
σου μάθε μου γιατί ΄σαι ὁ Θεός μου·
τό πνεῦμα σου
τό ἀγαθό σωστά ἄς μ' ὁδηγήσει.
11. Κύριε, ὡς
φιλάνθρωπος ἔλα καί γλύτωσέ με,
κι ὡς δίκαιος
τίς θλίψεις μου διῶξε καί λύτρωσέ με·
12. Ἐσύ πού πάντα
μ' ἐλεεῖς τσ' ἐχθρούς μου θ' ἀφανίσεις,
κι ὅσους μέ
θλίβουν θά τούς βρεῖς καί θά τούς ξεκληρίσεις,
γιατί ἐγώ
'μαι δοῦλος σου κι αἰώνια μπιστικός σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου