Ὁρῶσά σε ἡ Κτίσις ἅπασα
ἐπὶ σταυροῦ γυμνὸν κρεμάμενον
τὸν Δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων
ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο,
ὁ ἥλιος δὲ τὸ φῶς συνέστειλε,
καὶ ἡ γῆ ἐκυμαίνετο,
πέτραι δὲ ἐσχίζοντο
καὶ ναοῦ φαιδρότης διερρήγνυτο,
νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων
καὶ Ἀγγέλων αἱ δυνάμεις ἐξίσταντο λέγουσαι·
Ὢ τοῦ θαύματος!
ὁ Κριτὴς κρίνεται,
καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου
σωτηρίαν καὶ ἀνάπλασιν.
Δοξαστικό Μεγάλου Ἐσπερινοῦ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου