Σάββατο 21 Μαρτίου 2020

Τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.






Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.


Ὁ οἶκος, Ὄρθρος Σταυροπροσκυνήσεως








Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου