Πέμπτη 9 Μαρτίου 2017

Ἀναβαθμοί.....




  Ψαλμός 121ος

1. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. 
2. ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, ῾Ιερουσαλήμ. 
3. ῾Ιερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 
4. ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ ᾿Ισραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· 
5. ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. 
6. ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν ῾Ιερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε· 
7. γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. 
8. ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· 
9. ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

Μεταγραφή

χάρηκα πού μοῦ ΄πανε· στοῦ Θιοῦ τόν οἶκο πᾶμε.
2. Στ΄ς αὐλές σου Ἰερουσαλήμ λές κι εἶχαμε πατήσει.
3. Ὥς πόλη οἰκοδομήθηκες καί σ' ἔχουνε στολίσει.
4. Ἐκεῖ τίς δώδεκα φυλές πρόσταξε νά πηγαίνουν,
νά τοῦ δοξάζουν τ' ὄνομα καί νά τόνε λατρεύουν.
5. Θρόνοι ἐκεῖ στηθήκανε ἀπ' τοῦ Δαβίδ τό σπέρμα.
6. Τῆς Ἰερουσαλήμ εἰρηνικά νά ζεῖ, προσευχηθεῖτε,
κι ἀγάπη ὅσοι τσ' ἔχετε μές στ' ἀγαθά νά ζεῖτε.
7. Εἰρήνη μές στά τείχη σου καί πλούτη στά παλάτια.
8. Γιά τσ' ἀδερφούς καί συγγενεῖς εὔχομαι εἰρήνη νά ΄χεις.
9. Γιά τοῦ Κυρίου τόν ναό ζητῶ καί τό καλό σου.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου