Δευτέρα 24 Δεκεμβρίου 2018

Χριστός γεννᾶται, Μεγάλες Ὥρες Χριστουγέννων, Ψαλμός 44ος






    Ψαλμὸς  44ος 

2. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, 
λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, 
ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. 
3. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, 
ἐξεχύθη χάρις ἐν χείλεσί σου· 
διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. 
4. περίζωσαι τὴν ρομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, 
τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
5. καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε 
ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης, 
καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. 
6. τὰ βέλη σου ἠκονημένα, δυνατέ —λαοὶ ὑποκάτω σου πεσοῦνται 
ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. 
7.  ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, 
ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. 
8. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· 
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου 
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 
9. σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου 
ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. 
10. θυγατέρας βασιλέων ἐν τῇ τιμῇ σου· 
παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου 
ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. 
11. ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου 
καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· 
12. καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, 
ὅτι αὐτός ἐστι Κύριός σου, 
13. καὶ προσκυνήσεις αὐτῷ. 
καὶ θυγάτηρ Τύρου ἐν δώροις· 
τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. 
14. πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, 
ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. 
15. ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, 
αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· 
16. ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, 
ἀχθήσονται εἰς ναὸν βασιλέως. 
17. ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου· 
καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. 
18. μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· 
διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι 
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


 Μεταγραφή

Λόγος καλός ξεπήδηξε ἀπό τά σώψυχά μου,
γι' αὐτό τά ἔργα πού ΄καμα θά πῶ στόν βασιλιά μου,
πένα γραφιά καλλίγραφου θά γίνει ἡ ἐμιλιά μου.
3. Τό κάλλος σου κι ἡ ὀμορφιά ταίρι στή γῆ δέν ἔχει,
ξεχύλισε κι ἡ χάρις σου κι ἀπό τά χείλη τρέχει·
γι’ αὐτό σ’ εὐλόησε ὁ Θεός καί σέ ὑμνοῦν αἰώνια.
4. Ζώσου ρομφαία στό μερί νά δοῦν τήν ἀντριγειά σου,
τήν ὀμορφιά σου, δυνατέ, τό κάλλος στή θωριά σου.
5. Τρανός νά γίνεις κι ὡς ποθεῖς ζῆσε νά βασιλεύεις,
γιατί ΄σαι δίκαιος κριτής κι ὡς πράος δέν λαθεύεις,
ἡ δύναμή σου ἄς σ' ὁδηγεῖ νά δοῦν πώς θριαμβεύεις.
6. Τ' ἀκονισμένα βέλη σου, τρανέ, λαούς θά σκύψουν,
καί τῶν ἐχθρῶν τοῦ βασιλιά τό κράτος θ' ἀφανίσουν.
7. Ἡ βασιλεία σου, Θεέ, αἰῶνες ἄς βαστήξει,
μά καί τό σκῆπτρο πού κρατεῖς τό δίκιο  θά στηρίξει.
8. Ἀγάπησες τόν δίκαιο κι ἐμίσησες τσ' ἀνόμους·
γιά τοῦτο σ' ἔχρισε ὁ Θεός, ὁ Θιός σου, βασιλέα,
ἐσένα μόνο ἐμύρωσε ἀπ' ὅλη τήν παρέα.
9. Σμύρνα, κασσία καί στακτή τά ροῦχα σου μυρίζουν,
μόσχους καί στά παλάτια σου γιά νά χαρεῖς σκορπίζουν.
10. Τιμή ‘ναι γιά τόν θρόνο σου οἱ κόρες βασιλιάδων·
δεξά σου ἡ βασίλισσα στέκει χρυσοντυμένη,
κάπα φορεῖ, τήν πλουμιστή, ζαφείρια στολισμένη.
11. Ἄκουσε θυγατέρα μου, σκῦψε καλά τ΄ αὐτί σου,
λησμόνησε τό ἔθνος σου, τ' ἀδέρφια, τούς γονεῖς σου· 
12. καί θά ΄ρεχτεῖ ὁ βασιλιᾶς τό κάλλος τσ’ ὀμορφιᾶς σου,
  Κύριός σου εἶν' αὐτός, ὁ ρήγας τσ' ἀφεντιᾶς σου,
13. μόνον αὐτόν νά προσκυνᾶς καί ν' ἀγαπᾶ ἡ καρδιά σου.
Τῆς Τύρου, οἱ θυγατέρες της, μέ δῶρα θά φανοῦνε·
ἐσένα οἱ πλοῦσοι τοῦ λαοῦ μέ σέβας θά τιμοῦνε.
14. Ἡ νύφη, κόρη βασιλιά, τήν δόξα της τήν κρύβει,
γιατί φορεῖ ροῦχα χρυσᾶ μέ κρόσσα καί κεντήδι.
15. Στόν βασιλιά τήν φέρνουνε κι οἱ κόρες ἀκλουθοῦνε,
ἡ μάνα κι ὁ πατέρας της σ' ἐσέ τήν ὁδηγοῦνε·
16. Σ' ἐσένα θά τήν δώσουνε κι ἔχουν χαρά μεγάλη,
στοῦ βασιλιά τά μέγαρα φτάνουν νά μποῦν ὁμάδι.
17. Ἀντίς γιά τούς γονέους σου γεννήθηκαν οἱ γιοί σου·
καί θά τσ' ὁρίσεις ἄρχοντες τή γῆ νά κυβερνήσουν.
18. Καί στήν καρδιά μά καί στόν νοῦ ἐσένα θά ΄χω πάντα·
γι' αὐτό τά ἔθνη κι οἱ λαοί αἰώνια θά σ' ὑμνοῦνε,
κι ὥστε νά ζεῖ θνητός στή γῆ ἐσένα θά ὑμνοῦνε.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου