Σάββατο 1 Απριλίου 2017

Ἀναβαθμοί.....




Ψαλμός 130ος

1. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, 
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, 
οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. 
2. εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου 
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, 
ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. 
3. ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Μεταγραφή

Κύριε, δέν ὑψώθηκε ποτέ της ἡ καρδιά μου,
μηδ' ἄλλους ὑπερήφανα ἐκύταξε ἡ ματιά μου,
οὔτε μεγαλοπιάστηκα μηδέ τρανά ζητοῦσα.
2. Ἅμα δέν ἤμουν ταπεινός καί ὑψηλοφρονοῦσα,
καί δέν ἐθύμιζα μικιοῦ πού θέλει νά βυζάξει,
ν' ἀνταποδόσεις τῆς ψυχῆς καί νά τήνε κολάσεις.
3. Ἤλπιζε Ἰσραήλ στόν Κύριο, καί τώρα μά κι αἰώνια.




Τετάρτη 29 Μαρτίου 2017

Αναβαθμοί...




Ψαλμός 129ος

1. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· 
2. Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· 
γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 
3. ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; 
4. ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 
5. ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, 
Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 
6. ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· 
ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον. 
7. ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, 
8. καὶ αὐτὸς λυτρώσεται τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μεταγραφή 

πό τά βάθη τῆς  καρδιᾶς, Κύριε, σοῦ φωνάζω·
2. Κύριε, εὐσπλαχνίσου με σά φτάξει ἡ φωνή μου·
ἄσε τ' αὐτιά σου ἀνοιχτά κι ἄκου τή δέησή μου.
3. Σάν ἐξετάσεις κρίματα ποιός θά σταθεῖ ὀμπρός σου ;
4. Ἐσύ ΄σαι ὅμως εὔσπλαχνος κι ὁ κάθε λογισμός σου.
5. Κι ἀφοῦ ΄σαι ἔτσι σπλαχνικός βοήθεια προσμένω,
αὐτά πού μοῦ ΄ταξες ποθῶ, Κύριε, κι ἀνιμένω.
6. Μέρα καί νύχτα τήν ζωή ὁ Θιός μοῦ τήν ὁρίζει·
ὁ Ἰσραήλ στόν Κύριο παντοτινά ἐλπίζει.
7. Γιατί ΄ναι πολυέλεος γι' αὐτό θά μέ λυτρώσει,
8. Ἀπ' ὅλες τσ' ἀνομίες του τόν Ἰσραήλ θά σώσει.



Δευτέρα 27 Μαρτίου 2017

Ἀναβαθμοί...




Ψαλμός 128ος

 1. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ ᾿Ισραήλ· 
2. πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, 
καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 
3. ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, 
ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. 
4. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. 
5. αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν 
εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. 
6. γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, 
ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 
7. οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων 
καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, 
8. καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ᾿ ὑμᾶς, 
εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

Μεταγραφή

1Ἀπό μικιό μέ πίκραναν, πές το Ἰσραήλ, μυριάκις·
2. Ἐχθροί ἀπό τά νειάτα μου συχνά μέ πολεμῆσαν,
μά τρίχα δέν μοῦ πείραξαν μήτε καί μέ νικῆσαν.
3. Στήν πλάτη μέ ραβδίζανε, κρυφά, καί μέ κτυποῦσαν,
πολύ καιρό  οἱ ἄνομοι τούς κόπους μου τρυγοῦσαν.
4. Ὅμως Θιός, ὁ δίκαιος, τούς τσάκισε τά πόδια.
5. Ἄς ντροπιαστοῦνε οἱ ἐχθροί, πίσω ἄς ἐπιστρέψουν
ὅσοι μισοῦνε τήν Σιών ἤ ποῦν νά τήν κουρσέψουν.
6. Σάν χορταράκι ἄς γενοῦν στό δῶμα πού φυτρώνει,
πού δέν καρπίζει, μήτ' ἀνθεῖ, μήτε ποτέ μεστώνει·
7. Πού δέν ἐγέμισε ποτές χούφτα τοῦ θεριστή του,
μήτε τοῦ δέτη τήν ποδιά καρπό γιά παιδωμή του.
8. Μήτ΄ ὁδοιπόρος εἶπε ΄νε· ὁ Θιός νά σᾶς βλοήσει,
ἐμεῖς σᾶς εὐλογήσαμε κι ὁ Θιός νά σᾶς τ' αὐξήσει.



Ἀναβαθμοί...



Ψαλμός 127ος

1. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, 
οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 
2. τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. 
3. ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· 
οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 
4. ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
 5. εὐλογήσαι σε Κύριος ἐκ Σιών, 
καὶ ἴδοις τὰ ἀγαθὰ ῾Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 
6. καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.

 Μεταγραφή

Καλότυχοί 'ναι, τόν Θεό, ὅσοι τόνε τιμοῦνε
πού προπατοῦν στόν δρόμο του καί τόν δοξολογοῦνε.
2. Καρπούς τῶν κόπων σου θᾶς φᾶς· εὐτυχισμένος θά ΄σαι.
3. Τοῦ φορτωμένου ἀμπελιοῦ θά μοιάζει ἡ κερά σου·
οἱ γιοί σου ὡς νιόφυτες ἐλιές γύρω στή τράπεζά σου.
4. Δές πώς θά βλοηθεῖ θνητός τόν Θιό ἁπού φοβᾶται.
5.  Ἀπ' τήν Σιών ὁ Κύριος, τήν ἅγια, ἄς σέ βλοήσει,
τά άγαθά τσ' Ἐρουσαλήμ θά τά χαρεῖς στήν ζήση·
6. Νά δεῖς ἐγγόνια ἀπό τούς γιούς· στόν Ἰσραήλ εἰρήνη.



Τρίτη 21 Μαρτίου 2017

Ἀναβαθμοί...








Ψαλμός 126ος

1. Ἐάν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, 
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· 
ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, 
εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 
2. εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, 
οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. 
3. ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 
4. ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 
5. μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· 
οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Μεταγραφή

Μάστορες κι ἄν ΄νέ κτίσουνε σπίτι καί τό στεγιάσουν,
ἄν τό στέσει ὁ Κύριος ἄδικα θά κοπιάσουν·
Ἄν δέν φυλάξει ὁ Κύριος ἀπό τσ' ἐχθρούς τήν πόλη,
μάταια ξαγρυπνᾶ φρουρός μά κι οἱ ρηγάδες ὅλοι.
2. Ἄδικα σκώνεσθε νωρίς κι ὁ κῶλος δέν καθίζει,
κόπους θά τρῶτε σάν ὁ Θιός τσ΄ ἀγαπητούς κοιμίζει.
3. Δῶρο Θεοῦ ἄς δεῖς τούς γιούς, μισθό, καρπό μιᾶς γέννας
4. Ὡς τόξο δυνατό 'ναι οἱ γιοί τῶν παραπεταμένων.
5. Ὅποιος θά κάμει τέτοιους γιούς θά εἶναι ὁ ΄φτυχισμένος·
στίς πύλες σάν μιλεῖ μ' ἐχθρούς δέν θά ΄ναι ντροπιασμένος.




Κυριακή 19 Μαρτίου 2017

Ἀναβαθμοί.....



Ψαλμός 125ος

1.Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν 
ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. 
2. τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. 
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν. 
3. ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, 
ἐγενήθημεν εὐφραινόμενοι. 
4. ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν 
ὡς χειμάρρους ἐν τῷ νότῳ. 
5. οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. 
6. πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· 
ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

Μεταγραφή

Θιός σάν μᾶς ἐπέστρεψε κι ἤρθαμε στήν πατρίδα,
εἰς τήν Σιών παρηγοριά ἐβρίχναμε κι ἐλπίδα.
2. Κι ἀγάλλιασε τό στόμα μας κι ἡ γλώσσα ἀπό τούς ὕμνους·
τότες τά ἔθνη θέ νά ποῦν· τρανά ΄καμε γιά ΄κείνους.
3. Γιά χάρη μας ὁ Κύριος τρανά ΄χει ξετελέψει,
μά κι ἡ χαρά πού νοιώθωμε ποτέ δέν θά τελέψει.
4. Ἐπίστρεψε τ' ἀδέρφια μας πού ζοῦνε  ξορισμένοι,
σάν τούς χειμάρρους τοῦ νοτιά ἡ γῆ μας τσ' ἀνιμένει.
5. Μέ δάκρυα ὅσοι σπέρνουνε χαρούμενοι θερίζουν.
6. Πηγαίνανε στήν ξενητειά καί σπέρνανε μέ δάκρυ·
ἐγύρισαν κι ἀγάλλιασαν σκώνονας τό δεμάτι.



Σάββατο 18 Μαρτίου 2017

Ἀναβαθμοί...



Ψαλμός 124ος

1. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών· 
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν ῾Ιερουσαλήμ. 
2. ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 
3. ὅτι οὐκ ἀφήσει Κύριος τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, 
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. 
4. ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· 
5. τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς 
ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν 
εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.

  Μεταγραφή

Στ' ὅρος Σιών θά μοιάσουνε ὅσοι στόν Θιό ἐλπίζουν·
θά δοξασθοῦν στήν πόλη του ὅσοι θά κατοικίζουν.
2. Ὄρη τηνέ κυκλώνουνε ὅπως ὁ Θιός κυκλώνει
αὐτόν πού διάλεξε λαό κι αἰώνια τόνε σώνει.
3. Γιατί δέ ΄φήνει ὁ Κύριος ἁμαρτωλούς νά ΄ρίζουν
κληρονομιά τῶν δίκαιων  καί νά τήνε σκορπίζουν,
μπάς μέ τσ' ἀνόμους σμίξουνε καί φίλοι τους γενοῦνε.
4. Τά ἀγαθά σου, Κύριε, πιστοί σου νά χαροῦνε.
5. Ἄς τούς κολάσει ὁ Κύριος ὅλους πού ξεστρατοῦνε,
μαζί μέ τσ' ἄνομους ἄς μποῦν σά πᾶν΄ νά δικαστοῦνε.
Στόν  Ἰσραήλ, πού διάλεξες, εἰρήνη ἄς τοῦ δώσεις.




Τρίτη 14 Μαρτίου 2017

Ἀναβαθμοί...






Ψαλμός 123ος 

1.  Εἰ μή  ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ ᾿Ισραήλ· 
2.  εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν 
ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, 
3. ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς 
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ᾿ ἡμᾶς· 
4. ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, 
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· 
5. ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. 
6. εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς 
εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. 
7. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· 
ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. 
8. ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου 
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆ

Μεταγραφή

Πές το Ἰσραήλ ἄν ὁ Θεός δέν ἤτανε μαζί μας·
2. Ἄν  ὁ Θεός, ὁ Κύριος, δέν ἦταν στό πλευρό μας,
τότες πού ξεσηκώθηκαν σάν ἤφταξε ὁ λαός μας,
3. σίγουρα ὁλοζώντανους ὡς τ' ἄγρια θηρία
μ' ὀργή θά μάσε ξέσκιζαν ἀντίς γιά τιμωρία·
4. Ὡς τά χυνάμενα νερά θά ΄ρχόταν νά μᾶς πνίξουν,
ὡς τούς χειμάρρους μέ βουή νά μᾶς καταποντίσουν·
5. Στ' ἀλήθεια ἐπεράσαμε θάλασσες δίχως πάτο.
6. Εὐλογητός ὁ Κύριος, πού δέν μάσε ἔχει δώσει
κυνήγι στά ἄγρια θεριά μόνο μᾶς ἔχει σώσει.
7. Ὡς τό πουλί ξεφύγαμε ἀπ' τῶν ἐχθρῶν τά βρόχια·
μπέρδεψαν καί σωθήκαμε γι' αὐτό τοῦ λέμε βλόγια.
8. Μέ τοῦ Θεοῦ τή συντρομή ποτέ δέν θά χαθοῦμε,
γιατί ΄πλασε  τόν οὐρανό μά καί τή γῆ πού ζοῦμε.





Κυριακή 12 Μαρτίου 2017

'Αναβαθμοί...


          Ψαλμός 122ος 

 1. Πρός σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 
2. ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, 
ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, 
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, 
ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. 
3. ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, 
ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, 
4. ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. 
Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, 
καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

  Μεταγραφή

Τά μάτια ἐσήκωσα σ' ἐσέ, στόν οὐρανό πού μένεις.
2. Ὅπως οἱ δοῦλοι σά θωροῦν στ΄ς ἀφέντες τά δακτύλια
ὅπως μιά κόρη τῆς κυρᾶς θωρεῖ τά δακτυλίδια,
ἐτσά ξανοίγωμε κι ἐμεῖς τόν Κύριο, τόν Θιό μας,
μέχρι νά γίνει εὔσπλαχνος κι ἵλεως στόν λαό μας.
3. Ἐλέησέ μας Κύριε, ἐλέησέ μας, Θιέ μας,
γιατί χιλιάδες συμφορές ἤρθανε στίς ζωές μας.
4. μέ πίκρες καί μέ βάσανα ἐχόρτασε ἡ ψυχή μας.
Οἱ πλοῦσοι ἄς φτωχέψουνε, ζητιάνοι ἄς καταντήσουν,
μά κι ὅλους τούς περήφανους ἄς τούς καταφρονήσουν







.

Πέμπτη 9 Μαρτίου 2017

Ἀναβαθμοί.....




  Ψαλμός 121ος

1. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. 
2. ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, ῾Ιερουσαλήμ. 
3. ῾Ιερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 
4. ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ ᾿Ισραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· 
5. ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. 
6. ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν ῾Ιερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε· 
7. γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. 
8. ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· 
9. ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

Μεταγραφή

χάρηκα πού μοῦ ΄πανε· στοῦ Θιοῦ τόν οἶκο πᾶμε.
2. Στ΄ς αὐλές σου Ἰερουσαλήμ λές κι εἶχαμε πατήσει.
3. Ὥς πόλη οἰκοδομήθηκες καί σ' ἔχουνε στολίσει.
4. Ἐκεῖ τίς δώδεκα φυλές πρόσταξε νά πηγαίνουν,
νά τοῦ δοξάζουν τ' ὄνομα καί νά τόνε λατρεύουν.
5. Θρόνοι ἐκεῖ στηθήκανε ἀπ' τοῦ Δαβίδ τό σπέρμα.
6. Τῆς Ἰερουσαλήμ εἰρηνικά νά ζεῖ, προσευχηθεῖτε,
κι ἀγάπη ὅσοι τσ' ἔχετε μές στ' ἀγαθά νά ζεῖτε.
7. Εἰρήνη μές στά τείχη σου καί πλούτη στά παλάτια.
8. Γιά τσ' ἀδερφούς καί συγγενεῖς εὔχομαι εἰρήνη νά ΄χεις.
9. Γιά τοῦ Κυρίου τόν ναό ζητῶ καί τό καλό σου.




Δευτέρα 6 Μαρτίου 2017

Ἀναβαθμοί...






  Ψαλμός 120ος

1. Ἤρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. 
2. ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 
3. μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. 
4. ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ. 
5. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου· 
6. ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. 
7. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. 
8. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.


                                                                                                                          Μεταγραφή

Τά μάτια μου ἐσήκωνα στά ὄρη καί κοιτοῦσα,
ἀπ' ὅπου κι ἡ βοήθεια θά φτάξει, πού ποθοῦσα.
2. Ἀπ' τόν Θεό ἡ συντρομή θά ρθεῖ πού περιμένω,
τοῦ πλάστη γῆς καί οὐρανοῦ κι ὅτι ἀλλονοῦ προσμένω.
3. Δέν θά νυστάξει ὁ Θεός τόν πόδα σάν φυλάξεις.
4. Τοῦ Ἰσραήλ ὁ φύλακας, δές το, δέν θά νυστάξει.
5. Ὁ Κύριος θά σέ φυλᾶ καί σκιάζει τή δεξά σου·
6. Δέν θά σέ κάψει ἥλιου φῶς μηδέ φεγγάρι νύχτα.
7. Ἀπ' ὅλα τά κακά  ὁ Θιός, πάντα θά σέ φυλάσσει,
θά σέ φροντίζει ὁ Κύριος κακοχρονιά σά φτάξει.
8. Θά σέ φυλάξει ὁ Κύριος ἤ μπαίνεις ἤ μισεύγεις,
κάθε  στιγμή ὥστε νά ζεῖς πού θά τόνε λατρεύεις.


Σημ. Ὁ κ. Γ. Πανταγάκης, αἰωνία του ἡ μνήμη, εἶχε στό ντουλαπάκι τοῦ τρακτέρ πού ὁδηγοῦσε ἐτοῦτον τόν στίχο καί τόν βρῆκε γραμμένον ὁ γιός του ὁ Παῦλος ἀφοῦ κοιμήθηκε...

Τά θάρρη ἁπού ΄χει στόν Θεό ποτέ του δέν θά χάσει
γίνεται ἡ θάλασσα στεργιά καί δρόμος νά περάσει..